Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.39 Joseph. BJ 3.47 (English) >>Joseph. BJ 3.52

3.44

Καθόλου δέ, εἰ καὶ τῷ μεγέθει τις ἐλαττώσειε τῆς Περαίας τὴν Γαλιλαίαν, προέλοιτο δʼ ἂν τῇ δυνάμει· μὲν γὰρ ἐνεργὸς ὅλη καὶ συνεχής ἐστιν καρποφόρος, Περαία δὲ πολὺ μὲν μείζων, ἔρημος δὲ καὶ τραχεῖα τὸ πλέον πρός τε καρπῶν ἡμέρων αὔξησιν ἀγριωτέρα, 3.45τό γε μὴν μαλθακὸν αὐτῆς καὶ πάμφορον, καὶ τὰ πεδία δένδρεσι ποικίλοις κατάφυτα τὸ πλεῖστόν τε ἐλαίαν τε καὶ ἄμπελον καὶ φοινικῶνας ἤσκηται, διαρδομένη χειμάρροις τε τοῖς ἀπὸ τῶν ὀρῶν καὶ πηγαῖς ἀεννάοις ἅλις, εἴ ποτʼ ἐκεῖνοι σειρίῳ φθίνοιεν. 3.46μῆκος μὲν οὖν αὐτῆς ἀπὸ Μαχαιροῦντος εἰς Πέλλαν, εὖρος δʼ ἀπὸ Φιλαδελφείας μέχρι Ἰορδάνου. 3.47καὶ Πέλλῃ μέν, ἣν προειρήκαμεν, τὰ πρὸς ἄρκτον ὁρίζεται, πρὸς ἑσπέραν δὲ Ἰορδάνῃ· μεσημβρινὸν δʼ αὐτῆς πέρας Μωαβῖτις, καὶ πρὸς ἀνατολὴν Ἀραβίᾳ τε καὶ Σιλωνίτιδι, πρὸς δὲ Φιλαδελφηνῇ καὶ Γεράσοις ἀποτέμνεται. 3.48

δὲ Σαμαρεῖτις χώρα μέση μὲν τῆς Γαλιλαίας ἐστὶ καὶ τῆς Ἰουδαίας· ἀρχομένη γὰρ ἀπὸ τῆς ἐν τῷ πεδίῳ κειμένης Γηνεὼς ὄνομα κώμης ἐπιλήγει τῆς Ἀκραβετηνῶν τοπαρχίας· φύσιν δὲ

-- --

τῆς Ἰουδαίας κατʼ οὐδὲν διάφορος. 3.49ἀμφότεραι γὰρ ὀρειναὶ καὶ πεδιάδες, εἴς τε γεωργίαν μαλθακαὶ καὶ πολύφοροι κατάδενδροί τε καὶ ὀπώρας ὀρεινῆς καὶ ἡμέρου μεσταί, παρʼ ὅσον οὐδαμοῦ φύσει διψάδες, ὕονται δὲ τὸ πλέον·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.39 Joseph. BJ 3.47 (English) >>Joseph. BJ 3.52

Powered by PhiloLogic